Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.14 Dem. 3.18 (English) >>Dem. 3.21

3.17 οὐκ ἐχθρός; οὐκ ἔχων τὰ ἡμέτερα; οὐ βάρβαρος; οὐχ τι ἂν εἴποι τις; ἀλλὰ πρὸς θεῶν πάντʼ ἐάσαντες καὶ μόνον οὐχὶ συγκατασκευάσαντες αὐτῷ, τότε τοὺς αἰτίους οἵτινες τούτων ζητήσομεν; οὐ γὰρ αὐτοί γʼ αἴτιοι φήσομεν εἶναι, σαφῶς οἶδα τοῦτʼ ἐγώ. οὐδὲ γὰρ ἐν τοῖς τοῦ πολέμου κινδύνοις τῶν φυγόντων οὐδεὶς ἑαυτοῦ κατηγορεῖ, ἀλλὰ τοῦ στρατηγοῦ καὶ τῶν πλησίον καὶ πάντων μᾶλλον, ἥττηνται δʼ ὅμως διὰ πάντας τοὺς φυγόντας δήπου· μένειν γὰρ ἐξῆν τῷ κατηγοροῦντι τῶν ἄλλων, εἰ δὲ τοῦτʼ ἐποίει ἕκαστος, ἐνίκων ἄν. 3.18καὶ νῦν, οὐ λέγει τις τὰ βέλτιστα· ἀναστὰς ἄλλος εἰπάτω, μὴ τοῦτον αἰτιάσθω. ἕτερος λέγει τις βελτίω· ταῦτα ποιεῖτʼ ἀγαθῇ τύχῃ. ἀλλʼ οὐχ ἡδέα ταῦτα· οὐκέτι τοῦθʼ λέγων ἀδικεῖπλὴν εἰ δέον εὔξασθαι παραλείπει. εὔξασθαι μὲν γάρ, ἄνδρες Ἀθηναῖοι, ῥᾴδιον, εἰς ταὐτὸ πάνθʼ ὅσα βούλεταί τις ἁθροίσαντʼ ἐν ὀλίγῳ· ἑλέσθαι δʼ, ὅταν περὶ πραγμάτων προτεθῇ σκοπεῖν, οὐκέθʼ ὁμοίως εὔπορον, ἀλλὰ δεῖ τὰ βέλτιστʼ ἀντὶ τῶν ἡδέων, ἂν μὴ συναμφότερʼ ἐξῇ, λαμβάνειν. 3.19εἰ δέ τις ἡμῖν ἔχει καὶ τὰ θεωρικὰ ἐᾶν καὶ πόρους ἑτέρους λέγειν στρατιωτικούς, οὐχ οὗτος κρείττων; εἴποι τις ἄν. φήμʼ ἔγωγε, εἴπερ ἔστιν, ἄνδρες Ἀθηναῖοι· ἀλλὰ θαυμάζω εἴ τῴ ποτʼ ἀνθρώπων γέγονεν γενήσεται, ἂν τὰ παρόντʼ ἀναλώσῃ πρὸς μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς δεῖ. ἀλλʼ, οἶμαι, μέγα τοῖς τοιούτοις ὑπάρχει λόγοις παρʼ ἑκάστου βούλησις, διόπερ ῥᾷστον ἁπάντων ἐστὶν αὑτὸν ἐξαπατῆσαι· γὰρ βούλεται, τοῦθʼ ἕκαστος καὶ οἴεται, τὰ δὲ πράγματα πολλάκις οὐχ οὕτω πέφυκεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.14 Dem. 3.18 (English) >>Dem. 3.21

Powered by PhiloLogic